Nouveau Testament · Évangiles
Marc 16
1¶Καὶ διαγενομένου τοῦ Σαββάτου, ἡ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου, καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2Καὶ λίαν πρωῒ μιᾷ τῶν σαββάτων, ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3Καὶ ἔλεγον πρὸς ἑαυτάς, “Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;” 4Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. 5Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6Ὁ δὲ λέγει αὐταῖς, “Μὴ ἐκθαμβεῖσθε. ˚Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν, τὸν ἐσταυρωμένον. Ἠγέρθη! Οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7Ἀλλὰ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι ‘Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.’” 8Καὶ ἐξελθοῦσαι, ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ. 9Verset absent de cette traduction 10Verset absent de cette traduction 11Verset absent de cette traduction 12Verset absent de cette traduction 13Verset absent de cette traduction 14Verset absent de cette traduction 15Verset absent de cette traduction 16Verset absent de cette traduction 17Verset absent de cette traduction 18Verset absent de cette traduction 19Verset absent de cette traduction 20Verset absent de cette traduction
Statistical Restoration Greek New Testament. Creative Commons: BY 4.0. Text from scrollmapper/bible_databases. · À propos de cette traduction
