Zum Inhalt springen
Bible Space
SPENDEN

Neues Testament · Evangelien

Markus 16

1¶Καὶ διαγενομένου τοῦ Σαββάτου, ἡ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου, καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2Καὶ λίαν πρωῒ μιᾷ τῶν σαββάτων, ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3Καὶ ἔλεγον πρὸς ἑαυτάς, “Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;” 4Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. 5Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6Ὁ δὲ λέγει αὐταῖς, “Μὴ ἐκθαμβεῖσθε. ˚Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν, τὸν ἐσταυρωμένον. Ἠγέρθη! Οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7Ἀλλὰ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι ‘Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.’” 8Καὶ ἐξελθοῦσαι, ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ. 9Vers ist in dieser Übersetzung nicht enthalten 10Vers ist in dieser Übersetzung nicht enthalten 11Vers ist in dieser Übersetzung nicht enthalten 12Vers ist in dieser Übersetzung nicht enthalten 13Vers ist in dieser Übersetzung nicht enthalten 14Vers ist in dieser Übersetzung nicht enthalten 15Vers ist in dieser Übersetzung nicht enthalten 16Vers ist in dieser Übersetzung nicht enthalten 17Vers ist in dieser Übersetzung nicht enthalten 18Vers ist in dieser Übersetzung nicht enthalten 19Vers ist in dieser Übersetzung nicht enthalten 20Vers ist in dieser Übersetzung nicht enthalten

Statistical Restoration Greek New Testament. Creative Commons: BY 4.0. Text from scrollmapper/bible_databases. · Über diese Übersetzung

Übersetzungen auf BibleGateway vergleichen ↗